Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.128 Joseph. AJ 9.132 (English) >>Joseph. AJ 9.137

9.130προσδιαφθείρας δὲ καὶ τοὺς παρὰ τοῖς Ἰεζερελίταις εὑρεθέντας ἐκ τῆς Ἀχάβου συγγενείας ἱππεῖς εἰς Σαμάρειαν ἐπορεύετο. κατὰ δὲ τὴν ὁδὸν τοῖς Ὀχοζία συμβαλὼν οἰκείοις τοῦ βασιλέως τῶν Ἱεροσολυμιτῶν ἀνέκρινεν αὐτούς, τί δή ποτε παρεγένοντο. 9.131οἱ δʼ ἀσπασόμενοί τε Ἰώραμον καὶ τὸν αὑτῶν βασιλέα Ὀχοζίαν ἥκειν ἔφασκον· οὐ γὰρ ᾔδεσαν αὐτοὺς ἀμφοτέρους ὑπʼ αὐτοῦ πεφονευμένους. Ἰηοῦς δὲ καὶ τούτους συλληφθέντας ἀναιρεθῆναι προσέταξεν ὄντας τὸν ἀριθμὸν τεσσαράκοντα καὶ δύο. 9.132

Συναντᾷ δʼ αὐτῷ μετὰ τούτους ἀνὴρ ἀγαθὸς καὶ δίκαιος Ἰωνάδαβος ὄνομα φίλος αὐτῷ πάλαι γεγονώς, ὃς ἀσπασάμενος αὐτὸν ἐπαινεῖν ἤρξατο τῷ πάντα κατὰ βούλησιν πεποιηκέναι τοῦ θεοῦ τὴν οἰκίαν ἐξαφανίσας τὴν Ἀχάβου. 9.133Ἰηοῦς δὲ ἀναβάντα ἐπὶ τὸ ἅρμα συνεισελθεῖν αὐτὸν εἰς Σαμάρειαν παρεκάλει λέγων ἐπιδείξειν, πῶς οὐδενὸς φείσεται πονηροῦ, ἀλλὰ καὶ τοὺς ψευδοπροφήτας καὶ τοὺς ψευδιερεῖς καὶ τοὺς ἐξαπατήσαντας τὸ πλῆθος, ὡς τὴν μὲν τοῦ μεγίστου θεοῦ θρησκείαν ἐγκαταλιπεῖν τοὺς δὲ ξενικοὺς προσκυνεῖν, τιμωρήσεται· κάλλιστον δʼ εἶναι θεαμάτων καὶ ἥδιστον ἀνδρὶ χρηστῷ καὶ δικαίῳ κολαζομένους πονηρούς. 9.134τούτοις πεισθεὶς Ἰωνάδαβος ἀναβὰς εἰς τὸ ἅρμα εἰς Σαμάρειαν παραγίνεται. ἀναζητήσας δὲ πάντας τοὺς Ἀχάβου συγγενεῖς Ἰηοῦς ἀποκτείνει. βουλόμενος δὲ μηδένα τῶν ψευδοπροφητῶν μηδʼ ἱερέων τῶν Ἀχάβου θεῶν τὴν τιμωρίαν διαφυγεῖν ἀπάτῃ καὶ δόλῳ πάντας αὐτοὺς συνέλαβεν·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.128 Joseph. AJ 9.132 (English) >>Joseph. AJ 9.137

Powered by PhiloLogic